Ancient Greek
277.3 to 277.4
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 277.3-4
Unproofread scanNot analysed yet
Μνημόνευε πῶς εἴληφας. Τὴν παράδοσιν, φησιν, τὴν ἐκ τῶν ἀποστόλων εἴληφας, τήρησον, καὶ ἐπὶ τῇ ῥαθυμίᾳ μετανόησον. Καὶ τὰ μὲν ἔτι σου ζῶντα ἔργα τήρησον ἐν τῇ ζωῇ· ἐπὶ δὲ τοῖς τεθνεῶσι, διὰ μετανοίας τὴν πάλινζωσίαν αὐτοῖς περιποίησον. Μετάνοιαν τὴν μετάθεσιν φησιν ἀπὸ τῶν χειρόνων, καὶ μεταβολὴν ἐπὶ τὸ βέλτιον. Καὶ οὐ μὴ γνῶς ποίαν ὥραν. Ἄγνωστος γὰρ ὁ καιρός. Καὶ ὡσπερ ἡμῶν ἕκαστὸν ὁ τοῦ θανάτου ἕκάστου ἡμῶν, οὕτω πολλῷ μᾶλλον ὁ τῆς δευτέρας παρουσίας τοῦ Κυρίου.