Ancient Greek
290.5
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 290.5
Unproofread scanNot analysed yet
Καὶ εἶδον ἐπὶ τῇ δεξιᾷ τοῦ καθημένου ἐπὶ τοῦ θρόνου βιβλίον γεγραμμένον ἔσωθεν καὶ ἔξωθεν, κατεσφραγισμένον σφραγίσιν ἐπτά. Καὶ εἶδον ἄγγελον ἰσχυρὸν κηρύσσοντα ἐν φωνῇ μεγάλῃ· Τίς ἄξιος ἔστιν ἀνοῖξαι τὸ βιβλίον καὶ λύσαι τὰς σφραγίδας αὐτοῦ ; Καὶ οὐδεὶς ἐδύνατο ἐν τῷ οὐρανῷ οὔτε ἐπὶ τῆς γῆς, οὔτε ὑποκάτω τῆς γῆς ἀνοῖξαι τὸ βιβλίον, οὔτε βλέπειν αὐτό. Καὶ ἐγὼ ἐκλαίων πολὺ, ὅτι οὐδεὶς ἄξιος εὑρέθη ἀνοῖξαι τὸ βιβλίον, οὔτε βλέπειν αὐτό. Καὶ εἰς ἐκ τῶν πρεσβυτέρων λέγει μοι· Μὴ κλαῖε.