Ancient Greek
290.6
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 290.6
Unproofread scanNot analysed yet
Τὰ ἐκ δεξιῶν τοῦ Θεοῦ, τὰ κατὰ ψυχὴν αἰνίττεται ἀγαθά, ὅπερ καὶ ὁ παροιμιαστὴς Σολομὼν ἐν τῇ δεξιᾷ ἀποκείσθαι δηλοῖ τῆς σοφίας, ἀ διὰ τῆς ζωῆς ὑπέφηγεν εἰπών· «Ἐν τῇ δεξιᾷ αὐτῆς ζωή·» τὰ δὲ ἐξ ἀριστερῶν, τὰ κατὰ σῶμα καὶ τὴν θνητὴν ταύτην ζωήν, ὅπερ διὰ τῆς δόξης καὶ τοῦ πλούτου ἠνέφαστο φήσας· «Ἐν τῇ ἀριστερᾷ πλοῦτος καὶ δόξα. »Ὁ δὲ θρόνος, ὅτι τὴν ἐξουσίαν καὶ τὸ ὑπερβάλλον τοῦ ἐπ’ αὐτὸν ἐπὶχοῦ σημαίνει, εἴρηται. Τί δὲ τὸ βιβλίον ; Ἡ πάνσοφος τοῦ Θεοῦ καὶ ἀνεπίληπτος μνήμη. Ἡν καὶ ὁ προφήτης Δαυὶδ καὶ Μωϋσῆς παρεδήλου, ὁ μὲν διὰ τοῦ· «Ἐπὶ τὸ βιβλίον σου πάντες γραφῶνται·» ὁ δὲ διὰ τοῦ· «Καλῶ ἐξάλειψον ἐκ τῆς βίβλου τῆς ἐγραψας. »Τὸ δὲ ἔσωθεν γεγράφθαι καὶ ἔξωθεν,