Ancient Greek
292.6
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 292.6
Unproofread scanNot analysed yet
Ἀνεδίω γὰρ ὁ Χριστός. Τοῦτο γὰρ τὸ, μὴ τὸν ὅσιον ἰδεῖν οὐχὶ θοράν, ἀλλὰ διαφθοράν, ὡς τῆς μὲν ψυχῆς τὴν διαζευξιν τῆς ψυχῆς τὴν ἀπὸ τοῦ σώματος δηλοῦση, ὁ δὲ πεποιθέναι Χριστὸν οὐδεὶς τῶν εὐσεβούντων κατὰ ἀλήθειαν καὶ ὁποστάτην ἀθετεῖ, διαφθοράν δὲ, οὔ. Οὐ γὰρ τῇ τελείᾳ διαλύσει τῶν ἀνθρωπίνων μερῶν ὑπεβλήθη, ἀλλὰ καθ' ὃν καιρὸν τὴν διαφθορὰν ὑπεστῖναι ἐχρῆν, κατὰ τοῦτον ἡ ἀνάστασις ἐνεργηθεῖσα, τὴν διαφθορὰν ἡμβλυνε. Διὸ καὶ τριήμερος ἡ ἐν τῷ θανάτῳ τοῦ Κυρίου διατριβή, εἶγε ἀπόδεικτος ὁ τῆς φυσικῆς ἱστορίας γράφας, τὰ σώματα τῶν θνησκόντων μὴ ὑπὸ πυρὸς ἀναλωθέντων, τρεῖς ἡμέρας διακαρτερεῖν τῇ φυσικῇ ζωῇ ἐνεργοῦμενα, καὶ τὸ ἀπὸ τοῦδε τῇ φθορᾷ, μάλλον δὲ τῇ διαφθορᾷ παραδίδοσθαι.