Ancient Greek
292.7 to 293.1
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 292.7-293.1
Unproofread scanNot analysed yet
Ἔχον κέρατα ἑπτά. Κέρατα τὴν δύναμιν σημαίνει καὶ τὴν δόξαν, ὡς ὅταν περὶ τῆς δυνάμεως λέγῃ· Πάντα τὰ κέρατα τῶν ἀμαρτωλῶν συνθλάσω· περὶ δὲ τῆς δόξης· Καὶ ὑψωθήσεται τὸ κέρας τοῦ δικαίου. Τὰ εἰσι τὰ ἑπτὰ πνεύματα τοῦ Θεοῦ. Τὰ ἑπτὰ πνεύματα, αἱ τοῦ Πνεύματος ἐνέργειαι, τῆς σοφίας, τῆς συνέσεως, τῆς γνώσεως, τῆς βουλῆς, τῆς ἰσχὺς, τῆς εὐσεβείας, καὶ τοῦ φόβου τοῦ Θεοῦ. Αἱπερ ἐνέργειαι ἐπὶ τοὺς εἰς πᾶσαν τὴν γῆν δυνὰς ἁγίους ἐνήργησαν. Καὶ εἴληφεν ἐκ τῆς δεξιᾶς τοῦ καθημένου ἐπὶ τοῦ θρόνου τὸ βιβλίον. Τὸ εἰληφέναι τὸ ἄρνιον ἐκ τῆς δεξιᾶς τοῦ καθημένου ἐπὶ τοῦ θρόνου τὸ βιβλίον, κατὰ τὸ ἀνθρώπινον νοητέον, ὅσπερ τὸ ἐσφαγμέν. Κατὰ γὰρ τὸ θεῖον, οὐδὲν ἐξδιαζόμενον ταῖς τρισὶν ὑποστάσεσι τῶν θεοπροτέων, πλὴν τῆς τοῦ τρόπου προσαγωγῆς τοῦ ἀγεννήτου καὶ γεννητοῦ, καὶ ἐκπρορευτοῦ.