Ancient Greek
293.2
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 293.2
Unproofread scanNot analysed yet
Καὶ ὅτε ἔλαβε τὸ βιβλίον, τὰ τέσσαρα ζῷα καὶ οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι ἔπεσον ἔνὤπιον τοῦ ἀρνίου, ἔχοντες ἕκαστος κιθάραι καὶ φυάλας χρυσᾶς γεμούσας θυμιάματων, αἳ εἰσιν αἱ προσευχαὶ τῶν ἁγίων, καὶ ᾄδουσιν ᾠδὴν καινὴν λέγοντες· Ἄξιος εἶ λαβεῖν τὸ βιβλίον, καὶ ἀνοῖξαι τὰς σφραγῖδας αὐτοῦ, ὅτι ἐσφάγης καὶ ἠγόρασας τῷ Θεῷ ἡμᾶς ἐν τῷ αἵματί σου. ἐκ πάσης φυλῆς καὶ γλώσσης, καὶ λαοῦ καὶ ἔθνους, καὶ ἐποίησας ἡμᾶς τῷ Θεῷ ἡμῶν βασιλεῖς καὶ ἱερεῖς· καὶ βασιλεύσομεν ἐπὶ τῆς γῆς.