Ancient Greek
296.3 to 296.7
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 296.3-7
Unproofread scanNot analysed yet
Καὶ ἐξῆλθε νικῶν, καὶ ἵνα νικήσῃ. Χριστὸς ἦν ὁ νικῶν ἵνα νικήσῃ, ὅς τὴν πρώτην νίκην νικήσας τὴν τῶν ἐθνῶν ἀπὸ τῶν εἰδώλων ἐπιστροφήν, ἀφ’ ἧς καὶ νικῶν κατωνόμασται, εἰς δευτέραν νίκην ἡτρέπεται, τὴν ἀπὸ τοῦ θνητοῦ σώματος, ὑπαλείφουσαν διὰ χολάσεων τοὺς ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ τῆς ὁμολογίας ἀντεχομένους, καὶ τὸ σύμβολον αὐτῶν τῆς νίκης τὸν στέφανον ἐστεφανωμένους. ΚΕΦΑΛ. ΙΔ'. Λύσις τῆς δευτέρας σφραγῖδος, δηλοῦσα τὸν τῶν ἀπίστων κατὰ τῶν πιστῶν πόλεμον. Καὶ ὅτε ἤνοιξε τὴν δευτέραν σφραγῖδα, ἤκουσα τοῦ δευτέρου ζῴου λέγοντος· Ἔρχου καὶ βλέπε. Καὶ ἐξῆλθεν ἄλλος ἵππος πυρρός, καὶ τῷ καθημένῳ ἐπ’ αὐτὸν ἐδόθη αὐτῷ λαβεῖν τὴν εἰρήνην ἐκ τῆς γῆς, ἵνα ἀλλήλους σφάξωσι. Καὶ ἐδόθη αὐτῷ μάχαιρα μεγάλη. Δεύτερον ζῴων ὁ μόσχος, ὅς τῶν ἁγίων μαρτύρων τὰς ἱερὰς θυσίας χαρακτηρίζει καὶ λογικὰς, τοῦ προτέρου ζῴου τὴν ἀποστολικὴν ἐξουσίαν διαγράψαντος, ὡς ἤδη εἴρηται.