Ancient Greek
296.8
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 296.8
Unproofread scanNot analysed yet
Τὴν εἰρήνην ἐκ τῆς γῆς. Ταύτην στοχάσας τὴν δεύτερον τῶν ἀποστόλων ἐνδιαδοχήν, ἣν διὰ μαρ- A τύρων καὶ διδασκάλων συμπληρουμένην ἐγνωμεν, ἐν ἧ πλατυνομένου λοιπὸν τοῦ κηρύγματος, ἢ τοῦ κόσμου εἰρήνη ἐλύθη, καὶ’ ἐκατὸς μερισθείσης τῆς ἀνθρωπίνης φύσεως, κατὰ τὸ ῥηθὲν ὑπὸ τοῦ Κυρίου · «Οὐκ ἤλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν, ἀλλὰ μάχαιραν, καὶ ἐπεγείραι πατέρα κατ’ υἱόν, καὶ θυγατέρα καὶ μητέρα, καὶ νύμφην καὶ πενθερὰν κατὰ ἀλλήλων φονίως. »‘Αφ’ οὗ καὶ τὰ μαρτυρικὰ σφάγια εἰς τὸ ἅγιον θυσιαστήριον ἀνῃρέθη. ‘Ὁ δὲ πυρρὸς ἵππος, ἢ τῆς ἐκχύσεως τῶν μαρτυρικῶν αἱμάτων σύμβολον, ἢ τῆς πυριπνοῦ περὶ Χριστὸν διαθέσεως τῶν μαρτύρων, δι’ ἣν καὶ θάνατος ἤθιον αὐτοῖς τῆς ζωῆς ἐνομιζήθη. Τὸ δὲ γεγράφθαι, ἐδόθηναι τῷ καθημένῳ ἐπὶ τὸν ἵππον λαβεῖν τὴν εἰρήνην, τὴν πάνσοφον δείκνυσιν τοῦ Θεοῦ συγχώρησιν, τοὺς πιστοὺς δούλους διὰ πειρασμῶν δοκιμάζουσαν. Καὶ ἐδόθη αὐτῷ μάχαιρα μεγάλη. Τῷ ἐπὶ τοῦ πυρροῦ ἵππου καθημένῳ ἐδόθη μάχαιρα, ἵνα ἀλλήλους κατασφάξῃ, τοῦτέστιν, εἰς τὸ τὴν εἰς τὸ κακὸν ὁμόνοιαν τῶν ἐπὶ γῆς διαλεῖν καὶ κατατεμεῖν. ‘Ὁμοίως μὲν ἡν αὐτοῖς, προσβαλλομένης δὲ λατρείας, ἀλλήλων ἠρξαντο ἀνελεῖν τὰς ἐπὶ τὸ χεῖρον σπονδάς. Τοῦτο γὰρ ἢ τοῦ πατρὸς πρὸς υἱόν, καὶ ἢ τῆς νύμφης πρὸς πενθερὰν ἐπανάστασις ὑπαίνιττεται.