Ancient Greek
319.1
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 319.1
Unproofread scanNot analysed yet
Κεφαλαίς δὲ λεόντων ἀπεικάζθησαν εἰς δεῖγμα, ὅτι τοῦτον τοὺς διακονουμένους τοῖς θείοις οὐκ ἀναδεδημένους τὴν λειτουργίαν χρὴ μετέιναι. «Ζῶν γὰρ ὁ λόγος τοῦ Θεοῦ καὶ πάσης τομώτερος μαχαίρας, »Διόπερ ὡς καταπτονάρχης τὰ κεφάλαια ἐμφανίζει τὴν ἀγανάκτησιν μετὰ λεονταίου σφοδρότητος, ὡς οὐκ ἂν ἄλλως, ἢ οὕτως ἔξειν τὸν ἀκροατὴν εἰς συγκτάθεσιν ἐμπρακτον. Οὐκ ἀμοιρος δὲ τῆςδε καὶ Παῦλος τῆς περινοίας, ὁπότε Κορινθίοις τὴν μετὰ ῥάβδου αὐτοῖς ἐπιδημίαν ἐαντοῦ ἀπειλεῖ. Τοῦτο μὲν οὖν αἱ κεφαλαὶ ὑπαινίττοντο. Τὰ στόματα δὲ τὸ ἀπὸ τῆς ἐγγύτητος ὀλέθριον ἄσθμα, οὐ πόρρωθεν διοράσεως ἐλπιζόμενον, ἀλλ᾽ ἀγχότατον τῇ προσπελάσει τὸ ἀναπόδραστον ἐμπειδούμενον, πυρὸς μὲν τὸ ἀφανιστικόν, καπνοῦ τὸ μετ᾽ ὀργῆς (Ἐξέδη γὰρ καπνὸς ἐν ὀργῇ αὐτοῦ), θείου δὲ τὸ ἀπὸ θείας μήνιδος ἐμφαινόντος, ἢ καὶ τὸ θαρείστους τοῖς ἀκολάστοις ἐπενεχθῆναι ταῦτα. Ὅτι δὲ ὀχήματι τῶν ἐαντοῦ χρημάτων καὶ μυστηρίων εἴωθε χρῆσθαι τὸ Θεὸν τοῖς ἰσαγγέλοις βιοῦσιν, ἐφανὼς τὸ περ᾽ αὐτοῦ πρὸς Ἀνανίαν χρηματισθὲν περὶ Παύλου παραστήσει, δι᾽ ὧν φησι Παῦλον σκεῦος ἐκλογῆς εἶναι, ἀκαμάτως βαστάζειν ἔχοντα τὰ Θεοπρεπῆ δόγματα, ἄπερ διὰ τοῦ ὀνόματος παρεδύλασεν, ἐπειδὴν ἔφη «Τοῦ βαστάσαι τὸ ὀνὸμά μου »ὀνομα ἀντὶ τοῦ τὴν δόξαν εἰπὼν καὶ μεγαλειότητα, καὶ πᾶν τὸ ὑπὲρ λόγον, ἤγουν κατανόησιν, οὐ μόνον θνητὴν, ἀλλὰ καὶ ἄγγελικήν.