Ancient Greek
319.2
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 319.2
Unproofread scanNot analysed yet
Ἡ γὰρ ἐξουσία τῶν ἱππῶν ἐν τῷ στόματι αὐτῶν ἔστι. Τί τοῦτο; τὸ τὴν ἐξουσίαν ἀνατιθέναι τῷ στόματι, καὶ οἰοῦν τὴν αἰτίαν τοῦ ἀπεστάλθαι τοὺς ἵππους; ἢ τὸ ἀπὸ τῶν στομάτων αὐτῶν ἐμφαίνει ἀπειλὰς, ἐκφοβοῦντων ἀνθρώπους τοῦ ἀπέχεσθαι τῶν πονηρῶν ἐπιτηδευμάτων, τοῦ μὴ ταῖς οὐραῖς αὐτῶν ἐκδοθῆναι; Εἰς οὐρὰς γὰρ τὰ τέλη καὶ τὴν ἔκβασιν τῶν ἀπολλυμένων διατυπῶν, καὶ δὴ γς καὶ αὐτὴν τὴν ἔκβασιν διαμορφῶν, δρεσιν ἀπεικάζει ὁμοίας ἔχουσι κεφαλάς, ἐξ αὐτῆς δηλαδὴ τῆς ἐπὶδοῦ τὸ ὀλέθριον ἐμφανίζουσα καὶ ἀναπόδραστον, καὶ τὸ ἀμελλητὶ τὴν κάκωσιν ἐπιφέρειν, οὐκ οὕσης ἐτι περινοίας τὴν κάκωσιν διαδιδράσκειν.