Ancient Greek
319.3
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 319.3
Unproofread scanNot analysed yet
Καὶ οἱ λοιποὶ τῶν ἀνθρώπων οἱ οὐκ ἀπεκτάνθησαν ἐν ταῖς πληγαῖς ταύταις, οὐ μετενόησαν ἐκ τῶν ἔργων τῶν χειρῶν αὐτῶν, ἵνα μὴ προσκυνήσωσι τὰ δαιμόνια, καὶ τὰ εἴδωλα τὰ χρυσᾶ καὶ τὰ ἀργυρὰ καὶ τὰ λίθινα καὶ τὰ ξύλινα, ὅ οὔτε βλέπειν δύνανται, οὔτε ἀκοῦσαι, οὔτε περιπατεῖν· καὶ οὐ μετενόησαν ἐκ τῶν φόνων αὐτῶν, οὔτε ἐκ τῶν φαρμάκων αὐτῶν, οὔτε ἐκ τῆς πορνείας αὐτῶν, οὔτε ἐκ τῶν κλεμμάτων αὐτῶν.