Ancient Greek
322.4
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 322.4
Unproofread scanNot analysed yet
Ἤκουσα φωνὴν ἐκ τοῦ οὐρανοῦ λέγουσαν. Τοῦ γράφειν, ἤτοι πρόδηλα ποιεῖν ἀνθρώποις διὰ γραφῆς τὰ ὁρωμένα, ἐκωλύθη. Σφράγισι δὲ οἰονεὶ γραφαλεὶ κατοχὴ ἐν τῇ διανοίᾳ σου συντήρει, φησίν, ἔκφορον δὲ διὰ γραφῆς μὴθ’ ὅπως ποιοῦ. Ἰσως δτι μὴ λυστελεῖ πρὸ τῆς παρουσίας τῶν τελευταίων καιρῶν ἐμφανισθῆναι, ἐπεὶ καὶ Δανιὴλ σεσφραγισμένος τοὺς τῶν τοιούτων λόγους ἐδιδάσκετο, λυστελεῖν δὲ τὸ ταμειεύεσθαι, εἰκαστικῶς εἰπομεν ἂν τῶν διαταξαμένων χολάσεων τὸ σφοδρόν, φιλαθρωπίας τοῦ ἐλεήμονος Θεοῦ μὴ ἰσόσταθμον ἐπάγοντος τὴν ἀντέκτισιν. Ἔξ οὐ καὶ τὸ, Μὴ κατὰ τὰς ἀνομίας ἡμῶν, καὶ τὸ, κατὰ τὰς ἁμαρτίας ἀνταπόδομα, ὁ Ὑμνογράφος φησίν ἐπιμετρεῖσθαι ἡμῖν.