Ancient Greek
322.5
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 322.5
Unproofread scanNot analysed yet
Ἐλάλησαν αἱ ἐπτὰ βρονταί. Τὰς βροντὰς δυνάμεις ἀγγελικὰς εἶναι οἰητέον, βρονταῖς ἀπεικάζομένας διὰ τὸ καταπληκτικὸν τῶν ὑπ’ αὐτῶν ἐκφωνουμένων. Τοιαῦται γὰρ αἱ τῶν ἀσωμάτων ἁγίων ἀγγέλων φωναί, καὶ ἀπ’ αὐτῆς τῆς ἐμφανείας τὸ καταπληκτικὸν ἔχουσαι, ὡς ὤφλον ἀπὸ τοῦτον Δανιὴλ μηδὲ προσνηνὴ ὄσαν ἀγγέλου, μήτιγε ἀπειλητικὴν ἐνεγκεῖν. Σφραγισαὶ δὲ τὰς τῶν ἐπτὰ βροντῶν ἀγγελίας ἡ ἐντολὴ παραδίδεται, τοῦτέστιν, ἐν ἀπορήθητι κατέχειν, ὡς τὰς περὶ τούτων τελείας καταλήψεως καὶ τρανοτέρας εἰδήσεως, τοῖς τελευταίοις χρόνοις ἀποκειμένης συμφερόντως.