Ancient Greek
334.5
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 334.5
Unproofread scanNot analysed yet
Καὶ ἡρπάσθη τὸ τέκνον αὐτῆς πρὸς τὸν Θεόν. Ὁ μὲν ἰοβόλος δράκων ἐνήθρευσεν καὶ παρεῖθελεν Ἡρῴδην ἀνελεῖν τὰ ἐν Βηθλέεμ βρέφη, ὡς ἐν ἐκεῖνοις καὶ Χριστὸν ἀναιρήσων· τὸ δὲ παιδίον Θεοῦ προνοίᾳ τοῦ Πατρὸς χρηματίσαντος τῷ Ἰωσήφ, παραλαβόντα αὐτὸ καὶ τὴν μητέρα αὐτοῦ φεύγειν εἰς Αἴγυπτον, διέφυγε τὴν ἐπιβουλὴν. Τὴν σωτηρίαν τοῦνυν εἰς ἀρπαγὴν ἔταξε, Πρὸς τὸν Θεόν, λέγων, καὶ πρὸς τὸν θρόνον αὐτοῦ, οἷον ἐκ τῆς θείας προνοίας καὶ δεσποτείας διακειμένης τῆς σωτηρίας τῷ παιδίῳ· τοῦτο γὰρ ὁ θρόνος βούλεται δηλοῦν.