Ancient Greek
334.6 to 335.1
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 334.6-335.1
Unproofread scanNot analysed yet
C Καὶ ἡ γυνὴ ἔφυγεν εἰς τὴν ἔρημον. Ἡ τῆς γυναικὸς φυγὴ εἰς τὴν ἔρημον τὴν τῶν ἐκλεκτῶν φυγὴν σημαίνει, ἣν ἐπὶ παρουσίας τοῦ Ἀντιχρίστου ὑπὸ τοῦ διαβόλου ἐνεργουμένης φεύξονται οἱ κορυφαιώτατοι τῆς Ἐκκλησίας, ἐκ τῶν πολιτικῶν θορύβων καὶ κοσμικῶν φευγόντες ἡδονῶν ἐπὶ ἔτη τρία ἡμίσι. Τοῦτο γὰρ αἱ χιλίαι διακόσιαι· ἐξήκοντα ἡμέραι χρόνων συντελοῦσι διάστημα. ΚΕΦΑΛ. ΔΔ. Περὶ τοῦ γενομένου πολέμου μεταξὺ τῶν ἀγίων ἀγγέλων, καὶ τῶν πονηρῶν δυνάμεων, καὶ τῆς καταπτώσεως τοῦ δράκοντος. Καὶ ἐγένετο πόλεμος ἐν τῷ οὐρανῷ. Ὁ Μιχαὴλ καὶ οἱ ἄγγελοι αὐτοῦ ἐπολέμησαν μετὰ τοῦ δράκοντος· καὶ ὁ δράκων ἐπολέμησε καὶ οἱ ἄγγελοι αὐτοῦ, καὶ οὐκ ἰσχυσαν, οὐδὲ τόπος εὑρέθη αὐτῶν ἐτι ἐν τῷ οὐρανῷ. Καὶ ἐβλήθη ὁ δράκων ὁ μέγας, ὁ ὄφις ὁ ἀρχαῖος ὁ καλούμενος διάβολος, καὶ Σατανᾶς, ὁ πλανῶν τὴν οἰκουμένην ὅλην, ἐβλήθη εἰς τὴν γῆν, καὶ οἱ ἄγγελοι αὐτοῦ μετ’ αὐτοῦ ἐβλήθησαν.