Ancient Greek
335.3
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 335.3
Unproofread scanNot analysed yet
Καὶ ἤκουσα φωνὴν μεγάλην ἐν τῷ οὐρανῷ, λέγουσαν· Ἀρτι ἐγένετο ἡ σωτηρία καὶ ἡ δύναμὶς καὶ ἡ βασιλεία τοῦ Θεοῦ ἡμῶν, καὶ ἡ δύναμις τοῦ Χριστοῦ αὐτοῦ, ὅτι ἐβλήθη ὁ κατήγορος τῶν ἀδελφῶν ἡμῶν, ὁ κατηγορῶν αὐτῶν ἐνώπιον τοῦ Θεοῦ ἡμῶν ἡμέρας καὶ νυκτός. Καὶ αὐτοὶ ἐνίκησαν αὐτόν, διὰ τὸ αἷμα τοῦ Ἀρνίου, καὶ διὰ τὸν λόγον τῆς μαρτυρίας αὐτῶν, καὶ οὐκ ἠγάπησαν τὴν ψυχὴν αὐτῶν ἄχρι θανάτου. Διὰ τοῦτο εὐφραίνεσθε, οὐρανοί, καὶ οἱ ἐν αὐτοῖς σκηνοῦντες. Οὐαὶ τῇ γῇ καὶ τῇ θαλάσσῃ, ὅτι κατέβη ὁ διάβολος πρὸς ὑμᾶς ἔχων θυμὸν μέγαν, εἰδὼς ὅτι ὀλίγον καιρὸν ἔχει.