Ancient Greek
335.2
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 335.2
Unproofread scanNot analysed yet
Ὁ ἐν τῷ οὐρανῷ πόλεμος διὰ τὴν πρώτην ἀλαζονείαν καὶ τὸν κατὰ τοῦ Ἀδάμ φθόνον συνέστη. Τοῦ ἀρχιστρατήγου τῶν Μιχαὴλ μὴ φέροντος τὴν τοῦ διαβόλου ἀλαζονείαν, καὶ πολεμικῷ κράτει τῆς οἰκίας ἐνδιατριβῆς ἀπορρίψαντος ἐκεῖνον πάλαι, αὐδὶς ἐν τῇ τοῦ Ἀντιχρίστου παρουσίᾳ, μετὰ τῶν Ἰουδαίων καὶ τῶν ἀγγέλων αὐτοῦ τῶν διακονουμένων αὐτῷ τοῖς κατὰ τῶν πιστῶν καὶ ἀγίων πειρασμοῖς, ὡς ἡμιωμένος δόλως τοῦ αὐτοῦ ἀπορρίψαντος αὐτὸν, ἐκπεισεῖται τελειώτερον ὁ διάβολος. Τινὲς δὲ ταύτην τὴν ἐκπτωσιν τοῦ διαβόλου μετὰ τὸ βάπτισμα καὶ τὸν πειρασμὸν τοῦ Χριστοῦ γεγονέναι λέγουσι, καὶ μετὰ τοῦ εἰρηχένα· αὐτὸν τῶν Χριστῶν· ᾿Υπαγε, Σατανά. Καὶ σφόδρα τοῦτο τοῖς περὶ τῆς Θεοτόκου εἰρημένοις ἀρμόζειν δοκεῖ. Διὸνυμος δὲ καλεῖται· Σατανᾶς· μὲν, ὡς ἀντιχειμένος τῷ Δεσπότῃ· διάβολος δὲ, ὡς διαβάλλων Θεὸν ἀνθρώποις ὡς τῷ Ἀδάμ.