Ancient Greek
337.3
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 337.3
Unproofread scanNot analysed yet
Καὶ ἐδοξήθησεν ἡ γῇ τῇ γυναικί. Τὸ μὲν καταπειν τὴν γῆν τὸν ποταμὸν δηλοῖ τὸ διὰ θανάτου τὸν Κύριον δεξάσθαι ἐν τῷ μνήματι. Τίνα δὲ τρόπον ἐδοξήθησεν ἡ γῇ τῇ γυναικί; Τῷ καταπεῖν τὴν γῆν τὸν ποταμὸν ὃν ὁ δράκων ἐβαλεν ἐκ τοῦ στόματος αὐτοῦ. Ὁ πόλεμος δὲ πρὸς τοὺς χρηματίζοντας υἱοὺς καὶ ἀδελφοὺς τοῦ Χριστοῦ, καὶ ὁ εἰρήσθαι τῷ, «Ἀπαγγέλω τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου. »Τούτοις δὲ ἐξ ἀρχῆς πολεμεῖν ἐκρινε τοὺς πιστοὺς τοῦ Κυρίου, οἱ τῇ πρὸς αὐτὸν εἰλικρινεῖ πίστει καὶ διαθέσει καὶ εἰς συγγένειαν αὐτοῦ ἀναλήφθησαν, καθὼς ἐστιν αὐτοῦ ἀκούσαι. «Μήτηρ μου καὶ ἀδελφοί μου εἰσιν οἱ ποιοῦντες τὸ θέλημα τοῦ Πατρὸς μου τοῦ ἐν οὐρανοῖς. »