Ancient Greek
337.4
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 337.4
Unproofread scanNot analysed yet
ΚΕΦΑΛ. ΑΓ’. Περὶ τοῦ θηρίου τοῦ ἔχοντος κέρατα δέκα καὶ κεφαλὰς ἑπτά· ὃν μίαν ὡς θησαυμένην ἔχει. Καὶ ἐστάθην ἐπὶ τὴν ἄμμον τῆς θαλάσσης, καὶ εἶδον ἐκ τῆς θαλάσσης θηρίον ἀναβαῖνον, ἔχον κέρατα δέκα καὶ κεφαλὰς ἑπτά, καὶ ἐπὶ τῶν κεράτων αὐτοῦ δέκα διαδήματα, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτῶν ὀνόματα βλασφημίας. Καὶ τὸ θηρίον ὃ εἶδον ἦν ὁμοῖον παρδάλι. Καὶ οἱ πόδες αὐτοῦ ὡς ἄρκτου, καὶ τὸ στόμα αὐτοῦ ὡς στόμα λέοντος· καὶ ἔδωκεν αὐτῷ ὁ δράκων τὴν δύναμιν αὐτοῦ, καὶ τὸν θρόνον αὐτοῦ, καὶ ἐξουσίαν μεγάλην.