Ancient Greek
338.2
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 338.2
Unproofread scanNot analysed yet
C Καὶ τὸ θηρίον ὁ εἶδον ἦν ὁμοιον παρδάλε. Ἄμα τῇ ἀρχῇ τῆς βλασφημίας ἄλλον ἐπεσθαι παραδηλοῖ, τοῦτέστι, τὸν Ἀντίχριστον. Αὐτὸς δὲ ἐσται ὁ Ἀντίχριστος ὁ προοιμίοις χρησάμενος τοῖς Ἕλληνίζουσι ἀρχούσι, καὶ ἤ καὶ τοῖς μετὰ Κωνσταντίνον τὸν μέγαν, ὧν ἐστιν Ἰουλιανὸς καὶ Οὐάλης, καὶ οἱ καθ’ ἑξῆς αἱρετίζοντες βασιλεῖς. Τότε καὶ αὐτὸς ἐπιστήσεται, εἰς δέκα πρὸ μικροῦ τῆς αὐτοῦ ἀφιξεως μερισθείσης τῆς Ῥωμαϊκῆς ἀρχῆς, ἀρκοῦντως μεταβεβλασφημένης τῆς τῶν Χριστιανῶν πίστεως. Περὶ τοῦ ἀριθμοῦ δὲ τοῦ δέκα καὶ ἑπτὰ εἴρηται. Ὁποῖον δὲ τὸ θηρίον, ὁμοῖον φησι παρδάλεως, καὶ οἱ πόδες ἀρκτου, καὶ τὸ στόμα ὡς λέοντος, διὰ μὲν τῆς παραβάσεως τὴν Ῥωμαίων σημαίνων D ἀρχήν, ὡς ταχυεργήν, καθ’ ὧν ἀν τὴν ὀρμὴν σχῇ, καὶ χαρτερίχην μέχρις ἂν πρὸς τέλος τοῦ ἐνάρξασθαι φθάσῃ, ὃ καὶ διὰ τῶν τῆς ἀρκτου ποδῶν δηλοῖ. Ἀναφέρονται δὲ καὶ εἰς τὴν Περσῶν βασιλείαν. Διὰ δὲ τοῦ στόματος ἡ Βαβυλωνίων, ἣν ἂν τις ἀπαφαλογίστως τὴν τῶν Σαρρακηνῶν ἐκδέξεται, καθ’ ὅτι καὶ ἐν Βαβυλῶνι νῦν ἐστι τὸ ἀρχεῖον αὐτῶν, ὧν δὴ ὁ Ἀντίχριστος ὡς Ῥωμαίων βασιλεὺς κρατήσει.