Ancient Greek
337.7
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 337.7
Unproofread scanNot analysed yet
(35) Ὅς σύνθεσις τούτους εἰς ὕδωρ καὶ ποταμοὺς ἀλληγορεῖν. Ποταμὸν, κ. τ. λ. ed. A Ἐν μὲν τῇ πρὸ ταύτης θεωρίᾳ, δράκων πυρὸς ἐν τῷ οὐρανῷ ὁρᾶται, νῦν δὲ ἐκ τῆς θαλάσσης ἀναβαίνων. Ὁ μὲν οὖν ἀπ’ οὐρανοῦ δράκων, τὸν κατ’ ἀρχὰς τῆς οὐρανοῦ δόξης ἐκπεπτωκότα σημαίνει. Ὁ νῦν δὲ πάλιν, τὸν αὐτὸν ἐκ τῆς θαλάσσης ἀναβαίνοντα, ὁμόσασαν τὸν ἀστατον τοῦτον καὶ ἀτάραχον παριστῶν βίον, ἀφ’ ἧς καὶ ἀναβαίνει τὸ θηρίον, τὰς τῶν ἀνθρώπων (36) πλημμελείας καὶ ἀστροφίχτους ἐπὶ τοὺς ἀγαθοὺς πράξεις λαβὼν εἰς ἐμφάνειαν. Ὁ οὐχ ἄλλο, ἢ ὁ Ἀντίχριστος ἐπὶ τῷ πρώτῳ καὶ δευτέρῳ Σατανᾷ, τρίτος αὐτὸς προῖών. Τὸ δεύτερον δὲ καὶ μέσον, ὃ καὶ νῦν πρόκειται εἰς θεωρίαν, δύναμίς τις τυγχάνει, τῷ ἀποστάτῃ Σατανᾷ συνεκπεπτωκυῖα, ἐκείνου μὲν ἥττον, τῶν δὲ λοιπῶν εἰς κακίαν προύχουσα. Ὅς ἐστιν ὁ Ἀντίχριστος, ὁ κατ’ ἐνέργειαν τοῦ Σατανᾶ καὶ τῶν συγκαταβεβλημένων αὐτῷ, ἀγγελικῶν μὲν τὸ πρὶν ὑπαρχουσῶν δυνάμεων, ὑστερον δὲ, διὰ διαβλημένης προαιρέσεως, πρὸς τὴν τῶν δαιμόνων μετασχηματισθεισῶν ζόφωσιν. Τὰ κέρατα δὲ τὰ δέκα τὸ τέλειον τῶν εἰς κακίαν συντελούντων προσεῖναι τῷ Ἀντιχρίστῳ παραδηλοῖ, ἐξ ὧν καὶ δόξα αὐτῷ παραχωρεῖ, διότι τὸ κέρας τὴν δόξαν ἔθος σημαίνειν. Ἄλλὰ καὶ ἐκ τούτων τινὲς εἴρηκασιν εἰς δέκα τότε βασιλείας διηρηθῆναι τὴν οἰκουμένην. Τὰς δὲ ἑπτὰ κεφαλὰς, τῷ τὰς βασιλείας ἐν τῷδε τῷ συστοιχίῳ τοῦ ἑβδομικοῦ ἀριθμοῦ κόσμῳ ὑπάρχει, συγκαθιλουμένην ὡς αἰσθητῷ τῇ κατὰ σάρκα βιώσει, ἀνατιλλόντος δὲ τοῦ ἀφθάρτου τε καὶ διαιωνίζοντος, ἐν ᾧ καὶ ἡ βασιλεία διαιωνίζουσα τε καὶ ἀδιάδοχος.