Ancient Greek
339.3
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 339.3
Unproofread scanNot analysed yet
Τοῦτο διαφόρως ἐκληπτεόν. Ἦτοι γὰρ οὕτως νοη- B τέον· Κεφάλαιον τοῦ Σατανᾶ, τὰ δ’ αὐτοῦ πεπλανημένα ἔθνη. Τούτων δὲ ἡ πρὸς εὐσέβειαν ἐπαναγωγή, σφαγὴ εἰς θάνατον ἐλογίζθη. Καὶ ὅτι οὐ κυρίως σφαγὴν, ἀλλ’ ὡς σφαγὴν τὸ ῥητὸν παριστῆ, οὐκ ἐσφαγμένην, ἀλλ’ ὡς ἐσφαγμένην φάσκον, καὶ τῇ, ὡς, ὁμοιωματικῇ μορίῳ χρησάμενον. Ταύτη γοῦν πάλιν τῇ εἰς θεογνωσίαν ἐπαναστροφῇ, ἢ πρὸς τὸν ἐξ ἀρχῆς πρὸς ἀσέβειαν ἐπαναδρομὴ, θεραπεία ὀνόμασται πληγῆς. Ἡ τοίνυν οὕτως τὰ τῆς ἀναπτύξεως τοῦ ῥητοῦ, ἢ καὶ οὕτως· Κεφαλήν ὡς ἐσφαγμένην, εἴτε τινὰ τῶν ἀρχόντων αὐτοῦ τεθανατώσθαι, καὶ ἐκ τῆς ὑπ’ αὐτοῦ εἰς πολλὰ διαρρεθείσης ἀρχῆς διὰ γοητείας ἀπτηλῶς ἀνίστασθαι δόξαι, ἢ τὴν Ῥωμαίων ἀρχὴν ἀπολλυμένην διὰ τῆς εἰς πολλὰ διαρρέσεως σφαγὴς τρόπον νομισθῆναι· αὐτοῦ δὲ τοῦ Ἀντιχρίστου ταύτας καταλελυκότος, τὴν κατάλυσιν θεραπείαν νομισθῆναι.