Ancient Greek
339.4 to 339.7
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 339.4-7
Unproofread scanNot analysed yet
Καὶ ἐθαύμασεν ὅλη ἡ γῆ ὀπίσω τοῦ θηρίου. Ἀντὶ τοῦ ὀάμβους ἐπλήσθη, ὥσπερ προηγουμενοῦ τοῦ θηρίου διὰ τῶν τεράτων, αὐτῶν δὲ ἐξόπισθεν ἐπακολουθούντων τῇ συγκαταθέσει. Τὸ δὲ ὅλη ἡ γῆ, ἀντὶ τοῦ, πᾶς ἄνθρωπος, εἴρηται μετωνυμικῷ τῷ τρόπῳ, ἀπὸ τοῦ περιέχοντος τὸ περιεχόμενον. Καὶ προσεκύνησαν τῷ δράκοντι. Τὸ ὑπὸ τοῦ Ἀντιχρίστου θαῦμα εἰς τὸν δι’ αὐτοῦ ἐνεργοῦμενον διάβολον τὴν ἀναφορὰν ἔχει. Δι’ ἐκεῖνον γὰρ ὁ δράκων προσκυνηθήσεται. Καὶ ἐδόθη αὐτῷ στόμα λαλοῦν μεγάλα καὶ D βλασφημίας. Αὐτὸν δὲ λέγουν. Ἡ γὰρ τῆς ἀνεκφράστου τοῦ Θεοῦ ἀνοχῆς τοῦτο, ὡς γυμνασίας χάριν καὶ δοκιμῆς τῆς πρὸς αὐτὸν ἡμῶν διαθέσεως, ἀνεχομένου τὰ τοιαῦτα· ἢ τῷ, ἐδόθη, ὑπὸ τῶν ἠπατημένων προτκυνησάντων αὐτῷ ἀνθρώπων. Τὸ δὲ μεγάλα λαλεῖν, τὸ ὑπερηφανίας μεστὰ ῥήματα προφέρειν. Καὶ ἐδόθη αὐτῷ ἐξουσία ἐπὶ πᾶσαν φυλὴν καὶ λαὸν καὶ γλῶσσαν καὶ ἔθνος, καὶ προσκυνήσουσιν αὐτὸν πάντες οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς, ὧν οὐ γέγραπται τὰ ὀνόματα ἐν τῷ βιβλίῳ τῆς ζωῆς τοῦ Ἀρνίου τοῦ ἐσφαγμένου ἀπὸ καταβολῆς