Ancient Greek
355.5
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 355.5
Unproofread scanNot analysed yet
Καὶ ἤκουσα τοῦ ἀγγέλου τῶν ὑδάτων. Οὐ μόνον ἔφοροι τῶν ἐθνῶν, κατὰ τὸν νομοθέτην Μωϋσῆν, αἱ θείαι· δυνάμεις, ἀλλὰ καὶ τῶν κοσμικῶν στοιχείων, ὥσπερ ἡμῖν ἡ Θεόθεν αὐτὴ ἀποκάλυψις εἰσηγεῖται. "Α δὲ ἔλεγεν ὁ ἐπὶ τῶν ὑδάτων ἄγγελος, τούτων τοῦ μὲν, δίκαιος, τὸ πρὸς ἀξίαν βραβεύειν δηλοῖ, τὸ δὲ ὤν, τὸ ἀτελεύτητον, τὸ δὲ ἤν, τὸ ἀνάρχον, τὸ δὲ ὤσιος, τὸνὑπέσχημένον πάσης προσπαθείας· θνητῆς. Διὸ καὶ ταῦτα ἔκρινεν, ἵνα οἱ ἐκχέαντες αἵματα ἀγίων, αἷμα πίωσιν· ἀγίων δὲ τῶν ὑπὸ τὸν ὑπασπιστῶν τοῦ Ἀντιχρίστου κεκαχωμένων· προφητῶν δὲ, Ἐνὼχ καὶ Ἠλία, ἐπεὶ καὶ αὐτοὺς ἀποκτενοῦσι. Πῶς δὲ αἷμα πίωσιν; Ἐξ ἀναγκαίου γὰρ οἱ ἐν πολέμοις παρὰ ποταμοὺς ἑστρατοπεδευχότες, μεμολυσμένον πολλάκις αἵματι ὕδωρ πίνουσιν· ἐκ τῶν θνησκόντων ἀναιρέσεως.