Ancient Greek
355.6
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 355.6
Unproofread scanNot analysed yet
Καὶ ἤκουσα ἄλλον ἐκ τοῦ θυσιαστηρίου. Σύμφωνον τῷ ἀγγέλῳ τῷ ἐπὶ τῶν ὑδάτων, ὁ ἐπὶ τοῦ θυσιαστηρίου. Τοῦτον δὲ ἔστι μὲν νοεῖν καὶ αὐτὴν τὸν Χριστόν, ὡς καὶ ἐν αὐτῷ καὶ δι' αὐτοῦ προσφερομένων τῷ Θεῷ καὶ Πατρὶ τῶν λογικῶν ὁλοκαρτωσέων καὶ τῶν ζωσῶν θυσιῶν, ἀ προσφέρειν ἐκ τοῦ Ἀποστόλου ἐμάθομεν. Ἐνὶ δὲ νοεῖν καὶ εἰς τὰς ἀγγελικὰς δυνάμεις ὡς ἀναγωγικάς τῶν ἡμετέρων προσευχῶν καὶ τῶν πνευματικῶν ὁλοκαρτωμάτων, εἰρήθαι δὲ θυσιαστήριον ἀπὸ τοῦ περιέχοντος τὸ περιεχόμενον συνεχοχικῶ τῷ τρόπῳ. Ἐκ τούτου τοίνυν τοῦ λογικοῦ καὶ λειτουργικοῦ θυσιαστηρίου τὴν φωνὴν φησιν ἐνεχθῆναι δικαιοῦσαν τὰ τοῦ Θεοῦ κρίματα πάντα λόγον καὶ νοῦν ὑπερβαίνοντα.