Ancient Greek
355.7 to 356.10
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 355.7-356.10
Unproofread scanNot analysed yet
ΚΕΦΑΛ. ΜΘ'. "Ὅπως διὰ τῆς τετάρτης καυματίζονται οἱ ἄνθρωποι. Καὶ ὁ τέταρτος ἔξεχεεν τὴν φιάλην αὐτοῦ ἐπὶ 708 τὸν ἥλιον, καὶ ἐδόθη αὐτῷ καυματίσαι ἐν πυρί τοὺς ἀνθρώπους, καὶ ἐκαυματίσθησαν οἱ ἄνθρωποι καῦμα μέγα, καὶ ἐβλασφήμησαν οἱ ἄνθρωποι τὸ ὄνομα τοῦ Θεοῦ τοῦ ἔχοντος ἐξουσίαν ἐπὶ τὰς πληγὰς ταύτας, καὶ οὐ μετενόησαν δοῦναι αὐτῷ δόξαν. Καὶ ὁ ἕκτος ἤγγειλος ἐξέχεε ἐπὶ τὴν φιάλην ἐπὶ τὸν ποταμὸν τὸν μέγαν Εὐφράτην, καὶ ἐξηράνθη τὸ ὕδωρ αὐτοῦ, ἵνα ἡτοιμασθῇ ἡ ὁδὸς τῶν βασιλέων τῶν ἀπὸ ἀνατολῆς ἡλίου. Καὶ εἶδον ἐκ τοῦ στόματος τοῦ δράκοντος, καὶ ἐκ τοῦ στόματος τοῦ θηρίου, καὶ ἐκ τοῦ στόματος τοῦ ψευδοπροφήτου, πνεύματα ἀκάθαρτα τρία ὡς βατράχους. Εἰσὶ γὰρ πνεύματα δαιμονίων ποιῶντα σημεῖα.