Ancient Greek
356.7
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 356.7
Unproofread scanNot analysed yet
Φιάλην τὴν ὀργὴν καλεῖ. Εἰώθαμεν γὰρ ἐν τοῖς συμποσίοις φιάλαις δεξιοῦσθαι ἀλλήλους τῷ ἐν αὐταῖς τεθησαυρισμένῳ οἴνῳ τὴν εὐωχίαν κρατούντες, οὐ ἀπεναντίας ἢ παρὰ σοῦ φιάλη ἐκχεθεῖσα προσενεῖ [θυμοῦ γὰρ πλήρες Θεοῦ τὸ ἐκχυθὲν ποτήριον (52)] ἐπὶ τὴν βασιλείαν τοῦ θηρίου. Θρόνον γὰρ τὴν βασιλείαν φησὶ θηρίου δε τὸν Ἀντίχριστον ἐσκοτισμένην δὲ τὴν βασιλείαν αὐτοῦ φησιν, ἢ ἡ τῆς φιάλης ἐκχυσις ἐποίησε, τῇ ὑπερβολῇ τῆς ὀδύνης. Δύνατο δ’ ἄν καὶ βασιλείαν νοῆσαι, τοὺς ὑπὲρ τὴν βασιλείαν τοῦ Ἀντιχρίστου τεταγμένους.