Ancient Greek
356.9
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 356.9
Unproofread scanNot analysed yet
Ὅπως διὰ τῆς ἕκτης ἡ ὁδὸς διὰ τοῦ Εὐφράτου τοῖς ἀπὸ ἀνατολῶν ἡλίου βασιλεύσιν ἀνοίγεται. Ὀλιγωθησεται γαρ τὴν Εὐφράτην ποταμὸν, πρὸς A παρόδον τῶν βασιλέων τῆς γῆς, εἰς τὸν κατάλληλον πόλεμον. Ἐγερθήσεται γὰρ, φησιν ὁ Κύριος ἐν Εἰσαγγελίαις, ἔθνος ἐκ πόντου καὶ βασιλεῖα ἐκ βασιλείας. Τοῦτους δὲ ἐκ τῶν Σκυθικῶν μερῶν εἶναι τοῦ Γογ καὶ Μαγὼγ εἴκός. Οὐκ ἀπογνωστέων δὲ καὶ τῶν Ἀντιχρίστου ἐκ τῶν ἀνατολικῶν μερῶν τῆς Περσίδος ὁρμάσθαι, ἔνθα ἡ φυλὴ τοῦ Δὰν ἐκ βίξης Ἐβραίων, ἅμα καὶ ἑτέροις βασιλεύσειν ἡ μεγιστάται, ἐπεὶ καὶ κατὰ τούτων τὸ βασιλικὸν ἔσθ᾿ ὅτε τάττεται ὄνομα, ὡς ἐν τῷ, Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, οὐχ ὄντο· μέντοι βασιλεὺς τοῦ Πιλάτου. Περαιοῦσθαι δὲ τὴν Εὐφράτην, ἢ ψυχικὸν ἢ σωματικὸν ἐπάξοντες θάνατον φησι ψυχικὸν, διὰ τὴν ἐνεργείαν δαιμόνων καὶ παραχωρήσεως Θεοῦ, μᾶλλον δὲ καὶ αὐτοῦ τοῦ Θεοῦ, εἰς δοκιμὸν τῶν ἑαυτοῦ θεραπόντων, οὐχ ὡς ἀγνοούντος, ἀλλ᾿ εἰς φανέρωσιν τοῖς ἄλλοις τῶν ἑαυτῷ προσαναχόντων, ἢ μή, ἐξάγοντος τὰ τοιαῦτα συμβαίνειν. Σωματικὸν δὲ τῶν ἐκ γῆς ζῴων ἀξίων διαλελοιπέναι, ὡς μὴ καὶ αὐτῇ τοῖς μῖσροῖς ἔργοις αὐτῶν ἐξαχρείουν, ἔργον οὖσαν ἀγαθὸν ποιητοῦ καὶ χωρίον ἀνεπηρέαστον τοῖς ἐναμίλλως τοῦ πεποιηκότος βίου ἡτοιμασμένοις.