Ancient Greek
361.2
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 361.2
Unproofread scanNot analysed yet
Καὶ ἀνήνεγκέ με εἰς ἔρημον ἐν πνεύματι. Τὴν ἐσομένην ἐν τοῖς πνευματικοῖς ἐρήμοις ἡ θεωρία αἰνίττεται, ἣν ὡς γυναῖκα ἰδεῖν φησι διατεθλιμμένην καὶ ὡς πόρνην καὶ ἀνανδρον, μηδὲν ἔχουσαν σωφροσύνης γνώρισμα. Τὸ δὲ ἐν πνεύματι ἀπενεχθῆναι, τὶ ἂν ἄλλο σημαίνοιεν, ἢ τὸ μὴ πραγματικῶς κατ' ἐνέργειαν ταῦτα ὁρᾶν, ἀλλὰ θεωρητικῶς ἡμῖν ὁθαι; 'Αφ' οὗ καὶ ἄλλης γυναικὸς ἔνδαλμα χρηματισθῆναι ἐπὶ θηρίον κόκκινον καθημένην, γυναῖκα τὸν κατὸν καὶ τὸν ταῦτα διεξάγεται παριστῶν, καὶ' ὃν τὸ διαβόλων καὶ αἰμοχαρεῖ (τοῦτο γὰρ τὸ κόκκινον χρώμα δηλοῦν βούλεται) ὁ διὰ πονηρῶν πράξεων ἐνεργούμενος ἐπαναπαύεται, τῆς καθέδρας τοῦτο νοεῖν ὑποβαλλομένης. Ὁνόματα δὲ βλασφημίας, τὸ τῷ Θεῷ πρέπον σέβας τῷ διαβόλῳ ἀνατιθέναι.