Ancient Greek
361.3
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 361.3
Unproofread scanNot analysed yet
Καὶ ἡ γυνὴ ἦν περιβεβλημένη πορφύραν καὶ κόκκινον, κεχρυσωμένη χρυσίῳ καὶ λίθῳ τιμίῳ καὶ μαργαρίταις, ἔχουσα ποτήριον χρυσοῦν ἐν τῇ χειρὶ αὐτῆς γέμον βδελυγμάτων καὶ τῶν ἀκαθάρτων τῆς πορνείας τῆς γῆς, καὶ ἐπὶ τοῦ μέτωπον αὐτῆς ὄνομα γεγραμμένον, μυστήριον· Βαβυλὼν ἡ μεγάλη, ἡ μήτηρ τῶν πορνέων καὶ τῶν βδελυγμάτων τῆς γῆς. Καὶ εἶδον τὴν γυναῖκα μεθυσουσαν τοῦ αἵματος τῶν ἁγίων, ἐκ τοῦ αἵματος τῶν μαρτύρων Ἰησοῦ. Καὶ ἐθαύμασα ἰδὼν αὐτὴν θαῦμα μέγα. Καὶ εἶπέν μοι ὁ ἄγγελος· Διὰ τί ἐθαύμασας;