Ancient Greek
364.4
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 364.4
Unproofread scanNot analysed yet
Kal τὰ δέκα κέρατα ἀ εἶδες ἐπὶ τὸ θηρίον, οὗτοι μισήσουσι τὴν πόρνην, καὶ ἠρημωμένην ποιήσουσιν αὐτήν, καὶ γυμνὴν ποιήσουσιν αὐτήν, καὶ τὰς σάρκας αὐτῆς φάγονται, καὶ αὐτὴν κατακαύσουσιν ἐν πυρί. Ὁ γὰρ Θεὸς ἔδωκεν εἰς τὰς καρδίας αὐτῶν ποιῆσαι τὴν γνώμην αὐτοῦ· καὶ ποιῆσαι γνώμην μίαν, καὶ δοῦναι τὴν βασιλείαν αὐτῶν τῷ θηρίῳ ἄχρι τελεσθῶσιν οἱ λόγοι τοῦ Θεοῦ. Καὶ ἡ γυνὴ ἣν εἶδες, ἐστιν ἡ πόλις ἡ μεγάλη, ἣ ἔχουσα βασιλείαν ἐπὶ τῶν βασιλέων τῆς γῆς.