Ancient Greek
364.5
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 364.5
Unproofread scanNot analysed yet
Τὰ μὲν κέρατα τί δηλοῦν ἐθέλει, εἰρήσται δὴ θηρίον δὲ τὸν διάβολον. Ἀδιαφορεῖ γὰρ κατὰ τὸ σημαίνόμενον τοῦ θηρίου, τῇ μὲν τὸν Ἀντίχριστον ὀνομάζων οὕτως, ἐσθ’ ὅτε δὲ τὸν Σατανᾶν. Οἱ βασιλεῖς οὖν, φησίν, οἵ τινὲς κατ’ ἐνέργειαν τοῦ Σατανᾶ φονίως τῷ ἀρνίῳ διατεθέντες, Θεοῦ ὑποθημοσύνη, μισήσουσι τὴν πόρνην, τὴν ἐν τῷ βίῳ ἀπολαυστικὴν διάταν, ἠρημώσουσι δὲ καὶ εἰδωλολατρείαν καὶ τεμενῶν καὶ μαντείων ἀλλοτριώσουσιν, καὶ τὰς σάρκας αὐτῆς τὰ πρὸς θυσίας ἀναφερόμενα τῶν εἰδώλων ζῷα ἐαυτοῖς ταμιεύσουσι, καὶ πᾶσαν τὴν περὶ τὰ μάταια σπουδὴν ἀφανίσουσι, καὶ οὕτως ὥστε ὑπὸ πυρὸς διαπαντηθεῖσαν νομιζεσθαι, καὶ πάντας κράζειν· Ποῦ νῦν οἱ τὴς τότε ἐπὶ τὰ μάταια ἐπιμελείας ἐχόμενοι; Ταῦτα δὲ πάντα, ὡς ἐφημεν πραραβένοι, οὐκ ἂν ἀθεεὶ συμβῆναι φασιν, ἀλλ’ ἐκ θείας ἐπισκοπῆς καὶ προνοίας.