Ancient Greek
366.5
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 366.5
Unproofread scanNot analysed yet
Ἀπόδοτε αὐτῇ διπλοῦν. Οὐ τὸ διπλασίον βούλεται τὸ διπλοῦν, ἀλλ’ ὅτι φιλάνθρωπος ὤν ὁ Θεὸς καὶ ἀγαθὸς καὶ πολὺ καταδεέστερον κολάζων, διπλᾶ οἴεται ἀποδεδωκέναι καὶ ὅταν μέρος ἀποδῷ, καὶ οὐ μόνον διπλὰ, ἀλλὰ καὶ ἑπταπλάσια, εἰ μὴ που τοῦτο οἴητέον ὡς οὐ Θεοῦ ἀπειλῆς. Πῶς γὰρ ὁ λέγων, «Οὐκ ἐκδικήσει Κύριος δις ἐπὶ τῷ αὐτῷ, »νῦν διπλάσις καὶ ἑπταπλάσιᾳ φησιν ἐκδικεῖν; Εἰ οὖν τὸ διπλοῦν καὶ ἑπταπλάσιον οὐ τὸ κατ’ ἀξίαν σημαίνειν ὑποληφτέον, ἀλλὰ τὸ μετριώτερον, ἵσως ἀτοπον οὐδέν.