Ancient Greek
366.6 to 366.7
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 366.6-7
Unproofread scanNot analysed yet
Ὅσα ἐδόξασεν ἑαυτὴν, καὶ ἐστηργίασε. Καθὼς, φησὶ, δοξασθεῖσα καὶ κατασπαταλήσασα τοῦ παρόντος βίου, πρόνοιαν οὐ πεποίηται τοῦ θείου θελήματος, οὕτως ἀπόδοτε αὐτῇ. Λέγει γὰρ· Οὐκ ἔσομαι τοῦ βασιλεύειν ἐστερημένη. Ἐν τῇ καρδίᾳ αὐτῆς. Καρδίαν, τὸ ἑμουνόν φησι τῶν τότε τὸν βίον συμπληρουμένων, οὓς καὶ εἰς γυναῖκα ἐμωθοποίησε μαχλώσαν. Διὰ τοῦτο ἐν μιᾷ ἡμέρᾳ ἥξουσιν αἱ πληγαὶ αὐτῆς. Διὰ τοῦ λέγειν, μίαν ἡμέραν, τὸ ἀπροσδόκητον καὶ ἀθρόον δηλοῖ τοῦ καιροῦ ἐν ᾧ ταῦτα συμβήσεται. Μετὰ γὰρ τὸ ἐγκρατεῖς αὐτῆς γενέσθαι τοὺς ἐχθροὺς ἐξαρχεῖ καὶ μία ἡμέρα πᾶσαν κόλασιν ἐπἀγαγεῖν