Ancient Greek
370.2
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 370.2
Unproofread scanNot analysed yet
Εὐφραίνου ἐπ’ αὐτῇ, οὐρανέ, καὶ οἱ ἅγιοι, καὶ οἱ ἀπόστολοι, καὶ οἱ προφῆται, ὅτι ἔκρισεν ὁ Θεὸς τὸ κρίμα ὑμῶν ἐξ αὐτῆς. Καὶ ἤρεν εἰς ἄγγελος ἰσχυρὸς λίθον ὡς μύλον μέγαν, καὶ ἔβαλεν εἰς τὴν θάλασσαν, λέγων · Οὕτως ὀρμημάτι ἐκβλησεται Βαβυλὼν ἡ μεγάλη πόλις, καὶ οὐ μὴ εὑρεθῇ ἐτι. Καὶ φωνὴ κιθαρῳδῶν καὶ μουσικῶν καὶ αὐλητῶν καὶ σάλπιγγων οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἐτι, καὶ πᾶς τεχνίτης πάσης τέχνης οὐ μὴ εὑρεθῇ ἐν σοὶ ἐτι, καὶ φωνὴ μύλου οὐ μὴ φανῇ ἐν σοὶ ἐτι, καὶ φῶς λύχνου οὐ μὴ φανῇ ἐν σοὶ ἐτι, καὶ φωνὴ νυμφίου καὶ νύμφης οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἐτι· δι’ ὃ ἐμποροὶ σου ἦσαν οἱ μεγιστᾶνες τῆς γῆς· δι’ ὃ ἐν τῇ φαρμακείᾳ σου ἐπλανήθησαν πάντα τὰ ἔθνη, καὶ ἐν αὐτῇ αἵματα προφητῶν καὶ ἁγίων εὑρέθη, καὶ πάντων τῶν ἐσφαγμένων ἐπὶ τῆς γῆς.