Ancient Greek
370.3
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 370.3
Unproofread scanNot analysed yet
Καὶ ἀπὸ τούτου τὸ περὶ τοῦ κόσμου τὸν χρηματισμὸν εἶναι, οὐ περὶ μιᾶς πόλεως, βεβαιοῦμεθα. Τὸ δὲ μετὰ τὸν θρῆνον εἰς εὐφροσύνην ἐραπῆναι, οὐ τῶν ἐν κόσμῳ τὸ δρᾶμα, ἀλλὰ τῶν οὐρανίων, ὡς ἤδη τοῦ ἐναγωνίου τόπου ἀφανισθέντος, οἱ ἐν τύπῳ τὸν νικητήριον ἀναβλησάμενοι στέφανον ὅσον ἐν προφήταις, ὅσον ἐν ἀποστόλοις, ἐν ἱεράρχαις, καὶ εἰ τι λοιπὸν σύστημα τῶν εὐαρεστησάντων Θεῷ, χαρὰς ἀλήκτου, τὸ ἀπὸ τοῦδε μετασχόνεν, ἀκόπου καὶ ἀπραγματεύτου ζωῆς ἡξιώμενοι, πρὸς τοῦ κατ’ ἀξίαν εἰδότος κρίναι, τοὔτεστι, βραβευσέν τῶν πόνων τὰ ἐπαθλα.