Ancient Greek
374.5
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 374.5
Unproofread scanNot analysed yet
Ἐν ῥάβδῳ σιδηρᾷ. Ἡ σιδηρὰ ῥάβδος οὐ ποιμαντικῇ, ἀλλὰ θραύσειν ἔχουσα τῶν πηλίνων τὸν βίον καὶ πρὸς συντριβὴν ἐτοίμων. Τί οὖν ἐνταῦθα τὸ ποιμαινεῖν αὐτῇ δέδοται; Οὐκ ἀσκόπως, οἴμαι, ἀλλ’ ὅτι τῷ ποιμαίνειν καὶ θηρίους προσπολεμεῖν περιγίνεται. Καὶ διὰ τοῦτο καὶ σιδηρᾶς ῥάβδου χρεία, τοῖς ἀνθισταμένοις ἀξίως τὸν θλεθρον ἐπιφερούσης. Πατεῖ δὲ τὴν ληνὸν τοῦ οἴνου τοῦ θυμοῦ τῆς ὀργῆς τοῦ Θεοῦ τὶς ἕτερος, ἀλλ’ ἡ ὁ Χριστός; Αὐτὸς γὰρ διὰ τῆς κρίσεως καὶ ἀνταποδόσεως τὸ πατρικὸν ἐκπληροῖ θέλημα.