Ancient Greek
374.6
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 374.6
Unproofread scanNot analysed yet
Καὶ ἔχει ἐπὶ τὸ ἱμάτιον καὶ ἐπὶ τὸν μηρὸν αὐτοῦ. Τὸ ἱμάτιον τὴν σάρκα αἰνίττεσθαι βούλεται. Διὰ δὲ τοῦ μηροῦ, τὴν φύσιν τῆς σαρκός, ὡς ἀληθῶς ἀνθρωπίνης οὐσίας αὐτῆς καὶ οὐ κατὰ φαντασίαν· εἰς γὰρ παράστασιν τούτου λαμβάνεται παρὰ τῇ Γραφῇ ὁ μηρός. Ἀπλοῦν οὖν διὰ τούτου τῷ λόγῳ σκοπός, ὅτι ὁ καθ’ ὑπόστασιν ἐνωθεὶς λόγος ἀνθρώπων φύσει, καὶ σαρκικὴν ὑπομείνας γέννησιν ἐκ τῆς ἁγίας Παρθένου, οὐδὲν ἦττον παντοκράτωρ ὡς οὐρανίων ἄρχων καὶ ἐπιγείων καὶ καταγῆονίων, τῶν βασιλευσάντων κατὰ παθῶν, τῶν τὸ κύρος καὶ τὸ κράτος ἔχόντων κατὰ τῆς ἀμαρτίας τῷ τοῦ αὐτοῦ Χριστοῦ συναντιλήψει.