Ancient Greek
38.1
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 38.1
Unproofread scanNot analysed yet
A προάστεια ἀποδίδωκε. Τὰς φυγαδευτηρίους ἐξ πόλεως ἀπέδειξε, πάντα κατορθώσας κατὰ τὰς Μωσαϊκὸς ὑποθήκας. Ἀπολῦων τὸν λαὸν ἐπὶ τοὺς κλῆρους, οὕτως κατένειμεν αὐτῶς, λίθον ἔστησεν εἰς μαρτύριον τῶν ὑπ’ αὐτοῦ λεγομένων αὐτοῖς, ὡς ἀληθῆ εἶν. Ἡ δὴ ἦν, ὡς μετ’ αὐτὸν καταλείψουσι τὸν σωτῆρα καὶ προστάτην αὐτῶν γενόμενον Θεόν, καὶ τοῖς τῶν ἐθνῶν εἰδώλοις προστεθήσονται, ὅθεν καὶ αὐτοὶ παραλειφθέντες ὑπὸ Θεοῦ, δαίμοσις οἵσπερ ἐλάντο ἐκδοθήσονται, καὶ μετὰ πολλὰς τιμωρίας, ἃς καὶ ἐν τοῖς πατρῴοις κλήροις ὑποστήσονται, τὴν ἐκβολὴν τὴν ἀπὸ τῆς γῆς, καὶ εἰς τὰ ἔθνη διασπορὰν γενησομένην αὐτῶν ἀτιμον ἐπιγνώσονται.