Ancient Greek
38.2 to 38.4
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 38.2-4
Unproofread scanNot analysed yet
ΚΕΦΑΛ. ΟΑ’. Τίνα τὰ διὰ τῶν κριτῶν θαυμάσια γενόμενα. Τὸν Ἀδωνιβεζὲκ βασιλέα τῶν Ἀλλοφυλῶν, ἐκδομήκοντα βασιλεῖς ἀκρωτηριάσαντα, πολεμήσαντες ποδῶν καὶ χειρῶν ἐξέτεμον, καὶ μυρίους αὐτοῦ στρατιώτας διὰ τῆς τοῦ Ἰούδα φυλῆς ἀνέλωσαν. Τὸν βασιλέα Μωαβιτῶν δουλαγωγούντα τὸν λαόν, Ἐδών [Ἐγλὼν] δὲ οὗτος ἐκάλειτο, Ἄωθ ὁ κριτὴς ἐπελθὼν, ὡς εὐνους αὐτῷ περὶ τὴν ὑπακοὴν ἐσόμενος, καὶ δωροδοκήσας, ἀνείλε διβώ. Ἀμφοτεροδεξὴς γὰρ ὢν ὁ Ἄωθ, ὡς βουλόμενος αὐτῷ ἰδίᾳ τι λέγειν τῶν συμφερόντων, τῇ εὐωνύμῳ χειρὶ, παρόντος οὐδενός, εἰς τὸν κοιτῶνα αὐτὸν διεχειρίσατο.