Ancient Greek
382.4
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 382.4
Unproofread scanNot analysed yet
LXV Περὶ καινῶν οὐρανοῦ τε καὶ γῆς, καὶ τῆς ἄνω Ἰερουσαλὴμ. Καὶ εἶδον οὐρανὸν καινόν, καὶ γὴν καινήν. Ὁ γὰρ πρῶτος οὐρανός, καὶ ἡ πρώτη γὴ ἀπῆλθεν· καὶ ἡ θάλασσα οὐκ ἔστιν ἔτι. Καὶ τὴν πόλιν τὴν ἁγίαν Ἰερουσαλὴμ καινὴν εἶδον καταβαίνουσαν ἐκ τοῦ οὐρανοῦ, ἀπὸ τοῦ Θεοῦ ἡτοιμασμένην ὡς νύμφην κεκοσμημένην τῷ ἀνδρὶ αὐτῆς. Καὶ ἤκουσα φωνῆς μεγάλης ἐκ τοῦ οὐρανοῦ λεγούσης· Ἰδοὺ ἡ σκηνὴ τοῦ Θεοῦ μετὰ τῶν ἀνθρώπων, καὶ σκηνώσει μετ’ αὐτῶν, καὶ αὐτοὶ λαὸς αὐτοῦ ἔσονται, καὶ αὐτὸς ὁ Θεὸς μετ’ αὐτῶν ἔσται. Καὶ ἐκλείψει πᾶν δάκρυον ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν. Καὶ ὁ θάνατος οὐχ ἔσται ἔτι, οὔτε πένθος, οὔτε κραυγή, οὔτε πόνος οὐκ ἔσται ἔτι. Ὅτι τὰ πρῶτα ἀπῆλθε.