Ancient Greek
382.6
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 382.6
Unproofread scanNot analysed yet
Τοῦτο οὐ τὴν ἀνυπαρξίαν δηλῶν τῆς κτίσεως φησιν, ἀλλὰ τὴν ἀνακαινισμὸν τὸν ἐπὶ τὸ βέλτιον, ὃν καὶ ὁ θεῖος μελῳδὸν Δαυὶδ προηγόρευσε δι’ ὧν ἤδε, πάντας ὡς ἱμάτιον παλαιωθήσεσθαι, καὶ ὡσεὶ περιβόλαιον ἐλιγύθηαι καὶ ἀλλαγῆναι. Τὸ γὰρ παλαιωθὲν ἀνακαινιζόμενον, οὐ τῆς οὐσίας ἀφανισμὸν, ἀλλὰ τοῦ γήρως καὶ τῶν ρυτίδων λαμβάνει ἀπόθυσιν. Σημειωτέον δὲ, ὅτι περὶ μὲν οὐρανοῦ καὶ γῆς εἰπὼν ὅτι ἀπῆλθεν, οἶονεὶ οὐκ εἰς τὸ μὴ ὄν ἐχώρησεν, ἀλλὰ μετέβη (οὐδὲν δὲ τῶν μεταβαινόντων ἐξ οὗ εἰς ὃ, ἤδη καὶ πάντη διώλεν, ἀλλὰ τῇ ἀφ’ οὗ εἰς ὃ μετελεύσει, ἀνεμορφώθη)· τὰ μὲν τοῦ καταληφθέντος ἀπέβαλε, τὰ δὲ τοῦ πρὸς ὃ μετέβη ἀνεδέξατο.