Ancient Greek
383.1
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 383.1
Unproofread scanNot analysed yet
Καὶ ἡ θάλασσα οὐκ ἔστιν ἔτι. Εἰ κόσμος οὗτος ὁ αἰσθητὸς ,οὐκ ἀλλο τι, ἢ τὸ ἐξ οὐρανοῦ, καὶ γῆς, καὶ τῶν ἐν τῷ μέσῳ σύστημα ἐστι καὶ σύγκριμα, τοῦ οὐρανοῦ πάντως καὶ τῆς γῆς ἀνακαινισθέντων, ὡς ἤδη παρεδέξομεθα, πάντως καὶ τὰ συμπληροῦντα τὸ τοιοῦτο σύστημα οὐκ ἀμοιρήσει τοῦ ἀνακαινισμοῦ. Τί οὖν ἡ θάλασσα μόνη τῶν ἐν μέσῳ φύσεων οὔσα, οὐ μόνον ἠστόχησε τοῦ ἀνακαινισμοῦ, ἀλλὰ καὶ πάντη αὐτὴν ἐὰν ἐξ ἡμῶν ἐπιτελοῦντος τὸν ἀνακαινισμόν ἐστι. Τί οὖν ἐστι πρὸς τοῦτο ἐρεῖν, ἢ πάντως ἐκεῖνο, ὡς ἐπειδή θαλάσσης ὁμολογεῖν ὁ θεοπάτωρ τὴν παρόντα κόσμον, ἀναγκαῖον, ἵνα μὴ τις τῷ ἀνακαινισμῷ τοῦ οὐρανοῦ καὶ τῆς γῆς, καὶ τὴν κατ’ αὐτὰ τύρβην ὑποβάλοι, διὰ τοῦ τελείως ἀφανισμοῦ τῆς θαλάσσης, κατὰ τὴν τροπολογίαν τοῦ Δαυὶδ ἐκεῖνα ἐσημείωσε καὶ ἐξέλειτο, ὡς φρουδοῦ καὶ ταύτης κατὰ τὸν ἀνακαινισμόν ἐσομένης;