Ancient Greek
383.2
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 383.2
Unproofread scanNot analysed yet
Καὶ τὴν πόλιν τὴν ἁγίαν Ἱερουσαλὴμ καινὴν. Πάλαι μὲν, φησίν, Ἱερουσαλὴμ τὸ ἀγιώτατον σκήνωμα ἐνομίζετο, ἐν ᾧ δ’ νυνὶ καὶ πάντα τὰ τῆς θεογνωσίας μυστήρια τεθησαυρίζεται. Αὕτη δὲ νῦν καινὴ οὐκ ἔξω λόγου ἐφόσιν τῇ τοῦ Κυρίου παρουσίᾳ ἐκεῖνα τῇ παλαιότητι ἠρρεῖτο. Ἀνάγκη δὲ καινὴν τοῦ παντὸς καινοποιήσεως Ἱερουσαλὴμ ἐμφανισθῆναι, καὶ ἐξ οὐρανοῦ κατιοῦσαν, ὁπόθεν καινοποιεῖ Κύριος Ἰησοῦς Χριστός. Ἱερουσαλὴμ μὲν οὖν καινήν, διὰ τοῦτο· πόλιν δὲ, ὡς οἰκητήριον πάντων ἀγγέλων καὶ ἀνθρώπων ἐσομένην. Ὑπὸ δὲ τοῦ Θεοῦ ἡτοιμάσθαι· τὴν γὰρ τις τῶν σωτηρίων ἐαυτῷ κατορθοῖ, τῆς ἀπὸ τοῦ Θεοῦ συναντιλήψεως ἀμοιρῶν; Τροπικῶς δὲ καὶ μεγαλοπρεπεῖς ὡς νῦν φησιν κεκόσμηκεν, ὡς ἂν ἐκ τῶν αἰσθητῶς λεγομένων, εἰς τὴν νοητὴν τῶν ἁγίων μακαριότητα καὶ διαγωγὴν τὸν νοῦν παραπέμψωμεν τὸν ἡμέτερον.