Ancient Greek
383.3
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 383.3
Unproofread scanNot analysed yet
Καὶ αὐτὸς ὁ Θεὸς μετ’ αὐτῶν ἔσται. Τοῦτο σαφέστερον ὁ Ἀπόστολος δηλῶν ἐλεγεν· «Ἔπειτα ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι ἀρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἄερα, καὶ οὕτως πάντοτε σὺν Κυρίῳ ἐσόμεθα. »Ἐν ταύτῃ οὖν τῇ σκηνῇ τῇ ἀχειροποιήτῳ οὐκ ἔσται κλαυθμὸς οὔτε δάκρυον τὰ σύστοιχα τῷ ἐπιχρίῳ βίῳ οὔτε πόνος (τὴν τῶν ἁγίων λέγω κακοπαθείαν ἣν ὑπέστησαν ἐν τῷ μαθητῷ τοῦτο βίῳ)· ἐν ἐκεῖνῳ δὲ τῷ μέλλοντι, ἐπεὶ ὡς ἀφόβητον ἀπέδρα λύπη καὶ ὀδύνη καὶ στεναγμός, ἀργὰ ταῦτα πάντα καὶ περιττά.