Ancient Greek
386.1
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 386.1
Unproofread scanNot analysed yet
Α σει ληπτῶν. Τὸ τεῖχος μὲν οὖν ἰάσπιδι ὁρώθη λίθῳ συντετελεσμένον, διὰ τὸ χλοερὸν τοῦ χρώματος. Χλὼν γὰρ ἡγεῖται πᾶσης ἐπιγείου τροφῆς. Ἄλλὰ καὶ κρυσταλλίζουσα ἡ ἰασπὶς τοῦ τείχους, τὸ καθαρὸν καὶ ἀμῶμον ἀντινοεῖν τού περιεχομένου. Ἄλλὰ καὶ ὑψηλὸν φησι τοῦτο καὶ μέγα. Οὐ γὰρ ἐν ταπεινοῖς καὶ χαμαιζήλοις ὁ Ὑψιστος εὐαρεστεῖ κατοικεῖν, ἀλλ’ ὅσοις μετάρσια τὰ φρονήματα, καὶ τῆς οὐρανοῦ ἐχόμενα σεμνότητος. Τὸ δὲ τοῦ φωστήρος εἶδος, λίθῳ μὲν παραβάλλεται τιμιωτάτῳ, οὐ μέντοι καὶ τὴν ἰδέαν ὁποῖος ἐνδείκνυται, ὅτι μηδὲ θνητοῖς καὶ ἀφθάρτοις τὰ θεϊστάτα καὶ αἰσθήσει ἀδούλωτα πέφυκεν ὑποδειγματίζεσθαι.