Ancient Greek
386.2
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 386.2
Unproofread scanNot analysed yet
Ἔχουσαν πυλώνας δώδεκα, καὶ ἐπὶ τοῖς πυλώσι ἀγγέλους δώδεκα. Καὶ ὀνόματα ἐπιγεγραμμένα, ἃ ἐστιν ὀνόματα τῶν δώδεκα φυλῶν υἱῶν Ἰσραήλ. Ἀπὸ ἀνατολῶν, πυλῶνες τρεῖς, καὶ ἀπὸ βορρᾶ πυλῶνες τρεῖς, καὶ ἀπὸ νότου πυλῶνες τρεῖς, καὶ ἀπὸ δυσμῶν πυλῶνες τρεῖς, καὶ τὸ τεῖχος τῆς πόλεως ἐχον θεμελίους δώδεκα, καὶ ἐπ’ αὐτῶν δώδεκα ὀνόματα τῶν δώδεκα ἀποστόλων τοῦ Ἀρνίου.