Ancient Greek
39.1
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 39.1
Unproofread scanNot analysed yet
κατιέναι πρὸς τῷ παρακειμένῳ ποταμῷ, κάκεισε δεικνύναι τοὺς συνελευσομένους ἐν τῇ μάχῃ. Ὡς δὲ εἰς ὕδωρ πιεῖν οἱ μύριοι κατέβησαν, ἐπιτηρεῖσθαι κελεύεται τὰ στόματα τοὺς ὑδάσι καταβόλλοντας, κατακαμπτομένους ἐν τῷ πίνειν, καὶ τοὺς χερσὶν ἀνιμωμένους τὸ ποτόν, καὶ λάπτοντας ὥσπερ κύνες. Οὕτω δὲ ὤφθησαν ὄντες μόνοι τριακόσιοι. Καὶ πάλιν πέμψας ἑπτακοσίους, καὶ ἑννεαχίλιους, ἀκούει ὡς διὰ τῶν τριακοσίων τοὺς πολεμίους ἀμαχητὶ τροπωσεται. Ὑδρίας οὖν αὐτοῖς ἐπιφέρειν σθαι καὶ λαμπάδας ἐν τῇ εὐωνύμῳ χειρὶ κελεύει, καὶ σάλπιγγας ἐν τῇ δεξιᾷ· εἶτα ἀπορρίψας τὰς ὑδρίας, σαλπίζειν καὶ ἐπιβοῆν· Ῥομφαία τῷ Θεῷ καὶ τῷ Γεδεών. Τούτων δὲ οὕτω τελουμένων, οἱ πολέμιοι δι’ ἑαυτῶν ἐκόπτοντο, πλήθος ὄντες ἀπειρον, καὶ τέσσαρας βασιλεῖς τοὺς πολεμίους χειροσάμενος πελέχειζει, τὸν Ἀρῆθ, καὶ τὸν Ζήρ, καὶ τὸν Ζεβέε, καὶ Σαλμανά, Μαδιανιτῶν καὶ Ἀμαληκιτῶν τοὺς βασιλέας.