Ancient Greek
38.6
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 38.6
Unproofread scanNot analysed yet
Πάλιν Μωδιαίων ἐπικειμένων τῷ λαῷ, διὰ τὸ ἐπὶ ταῖς δυσσεβείαις ὑπὸ Θεοῦ ἐγκαταλειφθῆναι, Γεδεών δι’ ἀγγέλου προβάλλεται κριτής. Καὶ σημείον οὗτος αἰτεῖ, εἰ προστάξει οἷός τε εἴη τοῦ λαοῦ, τοιοῦτον αὐτῷ δοθῆναι. Πάχον ἀποθέμενος ἐν τῇ γῇ, τοῦτον ἤτει δρόσω πληροῦσθαι, τῆς περὶ τὸν πάχον γῆς μηδὸλος ὑγραίνουσης. Ὡς δὲ οὕτως ἐγένετο, πάλιν ἤτει, τὸ μὲν περὶ τὸν πάχον ἕδαφος ὑγραίνεσθαι, τὸν δὲ πάχον ἄνετον μένειν. Ὡς δὲ εἶδε οὕτως γενόμενον ὡς ἠτήκει, ἐνεχείρει τοῖς προτεταγμένοις. Καλεῖ γοῦν συνάρασθαι αὐτῷ τοὺς βουλομένους τοῦ λαοῦ ἐπὶ τὸν ἐχθρὸν πόλεμον. Καὶ συνέρχονται δισχίλια καὶ δισμύριοι. Πολλοὺς δὲ αὐτῷ τοὺς συνελθόντας ὁ Θεὸς εἰπὼν εἶναι, ἀποπέμπειν ἐκελεύει τοὺς δειλοὺς. Μένουσι δὲ, τούτων ἀποπεμφθέντων, μύριοι. Βουλόμενος δὲ ὁ Θεὸς αὐτῷ δεῖξνῦν, ὡς οὗ πολεμοῦντες πλήθει περιστατοὶ τῶν πολεμίων ἀπειρῶν ὄντων, ἀλλὰ θεῖᾳ χειρὶ, πάλιν αὐτῷ κελεύει