Ancient Greek
417.2
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 417.2
Unproofread scanNot analysed yet
Κ'. Εὐδόμη μοι τὰ μέχρι· τούτων· τὰ δ' ἐντεύθεν εὐστόμα κεῖσθω, ὡς οὐκ ἀξήτητα μόνον, ἀλλὰ καὶ ἄληπτα, καὶ χρόνῳ μόνον, ἀλλ' οὐδὲ καὶ τρόπῳ τῆς ἄνω καὶ πρώτης γεννήσεως ἡ μόνης λειπόμενα. Καὶ τάχα ὡσπερ ἀνδρὸς ἄχραντον, οὕτω καὶ λόγων ἀμέλεκτον, ὁ τεχθεὶς Λόγος τὴν σύλληψιν διεφύλαξεν, ἀσπορον μὲν πιστευθῆναι θελήσας, ἀσπορον δὲ ταύτην ἐξημηνευθῆναι διατηρήσας. Ἐκεῖνο δ' οὐκ ἀσπορον, ἀλλὰ καὶ λίαν εὐπορον καὶ τῆς ἀμερίστου Τριάδος ἀμέριστον· ὡς ὅτι σαρκούται μὲν, οὐκ ἄλλος τις τῆς Τριάδος, ἀλλ' ὁ Υἱός, ἕνα καὶ πάλιν ὡς Υἱὸς μεῖνη, μὴ μετατιθεμένης τῆς ἰδιότητος· ἡ καὶ πάλιν Δημιουργός, καθάπερ κτίσας τὸ πρότερον, οὕτω καὶ ἀνακαινίσας τὸ δεύτερον· ἀλλὰ καὶ υἱοὶ γεννώμεθα δι' Υἱοῦ, διὰ τοῦ φύσει, θέσει προσοικειούμενοι, καὶ δι' αὐτοῦ τοῦ κληρονόμου πρὸς τὴν συγκληρονομίαν παρακαλούμενοι.